Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.22 Dem. 45.24 (English) >>Dem. 45.27

45.23καίτοι καὶ τοῦτο σκοπεῖτε, ὅσον ἐστὶ τεκμήριον, ἄνδρες Ἀθηναῖοι, τοῦ τούτους τὰ ψευδῆ μεμαρτυρηκέναι. εἰ γὰρ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφʼ εἶναι παρείχετο Φορμίων τῶν παρʼ αὑτῷ μαρτυρῆσαι, οὗτοι δʼ οὔτʼ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν, οὔτʼ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον, ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ ʼθέλειν ἔμʼ ἀνοίγειν, ταῦθʼ ὡς ἀντίγραφʼ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλʼ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται;

45.24ἔτι τοίνυν, ἄνδρες Ἀθηναῖοι, ὡς γέγραπταί τις ἂν ἐξετάσας τὴν μαρτυρίαν γνοίη παντελῶς τοῦτο μεμηχανημένους αὐτούς, ὅπως δικαίως καὶ ἀδίκως δόξει ταῦθʼ πατὴρ οὑμὸς διαθέσθαι. λαβὲ δʼ αὐτὴν τὴν μαρτυρίαν, καὶ λέγʼ ἐπισχὼν οὗ ἄν σε κελεύω, ἵνʼ ἐξ αὐτῆς δεικνύω.Μαρτυρία

μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος

45.25ἐπίσχες.ἐνθυμεῖσθʼ ὅτιτῶν διαθηκῶνγέγραπταιτῶν Πασίωνος.” καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστʼ ἐγίγνεθʼ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν. λέγε τὴν μαρτυρίαν ἀπʼ ἀρχῆς πάλιν.Μαρτυρία

μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ ΤεισίᾳΜαρτυροῦμεν· παρῆμεν γὰρ δή· λέγε.

ὅτε προὐκαλεῖτο Φορμίων ἈπολλόδωρονΚαὶ τοῦτο, εἴπερ προὐκαλεῖτο, ὀρθῶς ἂν ἐμαρτύρουν.

εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.22 Dem. 45.24 (English) >>Dem. 45.27

Powered by PhiloLogic